Στις Μονές, και σε αρκετές ενορίες, πέρα από την τέλεση του Ακαθίστου Ύμνου το απόγευμα της Παρασκευής, τελείται η λεγομένη αγρυπνία του Ακαθίστου Ύμνου, δηλαδή ο Ακάθιστος Ύμνος ενταγμένος στον Όρθρο, και όχι στο Μικρό Απόδειπνο.
Παραθέτουμε το (Μοναχικό) Τυπικό της αγρυπνίας του Ακαθίστου Ύμνου, όπως αυτή θα τελεστεί σήμερα, λαμβάνοντας δηλαδή υπόψη τον ήχο της εβδομάδος και τους εορταζόμενους Αγίους. (Στις ενορίες παραλείπονται τα μοναχικά στοιχεία της Ακολουθίας, παρεμένει όμως η ίδια σειρά στα λεγόμενα.)
Πηγή εδώ
Σάββατο 5 Ἀπριλίου 2014.
Μνήμη
τῶν ἁγίων μαρτύρων Κλαυδίου,
Διοδώρου Οὐίκτωρος, Οὐϊκτωρίνου,
Παππίου, Νικηφόρου καὶ Σεαραπίωνος.
Τῷ Σαββάτῳ
τοῦ Ἀκαθίστου Ὕμνου
ψάλλομεν τὴν
ἱκετήριον ἀκολουθίαν
εἰς τὸν Ἀκάθιστον Ὕμνον
τῆς Ὑπεραγίας
Θεοτόκου.
Εἰς τὸ ἀπόδειπνον
Ἀναγινώσκομεν τὸ μικρὸν ἀποδεῖπνον ἐν τῷ νάρθηκι, ψάλλοντες ἐν αὐτῷ
τὸν νεκρώσιμον κανόνα τοῦ βαρέως ἤχου, ἐκ τῆς Παρακλητικῆς∙ Κόσμος ὠραϊσμένος…καὶ τῶν
ἁγίων μαρτύρων Κλαυδίου, Διοδώρου, Οὐίκτωρος, Οὐϊκτωρίνου, Παππίου, Νικηφόρου καὶ Σεαραπίωνος∙ Τὸ δρόμον τὸν ἱερὸν τελέσαντες…ἀμφότεροι εἰς δ΄ τροπάρια. Εἰς τὸ τρισάγιον, κοντάκιον∙ Τῇ ὑπερμάχῳ… χῦμα. Ἐν τέλει δὲ οἱ
οἶκοι τῆς Θεοτόκου οὐ λέγονται, ἀλλ’ εὐθὺς
μετὰ τὰς εὐχὰς∙
Ἄσπιλε ἀμόλυντε… Καὶ δὸς
ἡμῖν
Δεσπότα…Ὑπερένδοξε ἀειπάρθενε…Ἡ ἐλπίς
μου ὁ Πατήρ… καὶ∙ Τὴν πᾶσαν ἐλπίδα μου…γίνεται μικρὰ ἀπόλυσις,
τὸ∙ Εὐξώμεθα…καὶ τὸ∙
Δι’ εὐχῶν...
Ἐν τῷ ὄρθρῳ
Τῇ
Παρασκευῇ ἑσπέρας, περὶ ὤραν
δ΄ τῆς νυκτὸς σημαίνει. Εὐλογήσαντος τοῦ ἱερέως,
λέγομεν εὐθὺς τὸ∙ Δεῦτε προσκυνήσωμεν…ἐκ γ΄ καὶ τοὺς ψαλμοὺς∙ Ἐπακούσαι σου Κύριος…καὶ∙ Κύριε ἐν τῇ δυνάμει σου… Εἶτα∙ Δόξα καὶ νῦν…Τρισάγιον…Τὰ τροπάρια∙ Σῶσον Κύριε τὸν λαόν σου…Δόξα∙ Ὁ ὑψωθεὶς ἐν
τῷ Σταυρῷ…Καὶ νῦν∙
Προστασία φοβερά…εὐθὺς ὁ
ἑξάψαλμος. Μετὰ δὲ
τὴν ἐκφώνησιν
ψάλλομεν τὸ∙ Θεὸς Κύριος…ἀργῶς
δίς, καὶ ἀργοσυντόμως δίς, εἰς ἦχον
πλ.δ΄, μετὰ τῶν στίχων αὐτοῦ.
Εἶθ’ οὕτω τὸ τροπάριον∙ Τὸ προσταχθὲν μυστικῶς…ἐκ
γ΄, ἤτοι δὶς μὲν ἀργῶς καὶ ἅπαξ
συντόμως. Εὐθὺς ἡ
στιχολογία τοῦ Ψαλτηρίου ὡς ἐξῇς: ὁ ἀναγνώστης∙
Κύριε, ἐλέησον γ΄, Δόξα,
καὶ νῦν…Καὶ ἀναγινώσκει
τὸ ιϞ΄ κάθισμα τοῦ
Ψαλτηρίου. Εἰς τὸ τέλος αὐτοῦ
λέγει∙ Δόξα, καὶ νῦν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα δόξα σοι, ὁ Θεός. Ἐκ γ΄.
Ἡ ἐλπὶς ἡμῶν Κύριε δόξα σοι. Ὁ ἱερεύς∙
μικρὰ συναπτὴ καί∙ Ὅτι σὸν τὸ κράτος…Ὁ χορός∙ Ἀμήν, καὶ ψάλλεται, ἀργῶς,
ὑπ’ ἀμφοτέρων τῶν χορῶν ἀμοιβαδόν
κατὰ στίχον τὸ κοντάκιον∙ Τῇ Ὑπερμάχῳ…,οὖ ψαλλομένου θυμιᾷ ὁ
ἱερεὺς τὸν ναὸν πάντα ὡς ἔθος.
Εἶτα δὲ ἐρχόμενος
ἵσταται πρὸ τῆς
εἰκόνος τῆς Θεοτόκου. Καὶ συμπληρωθέντος τοῦ κοντακίου ἀναγινώσκει μεγαλοφώνως τοὺς ἓξ
πρώτους στίχους τῆς
Θεοτόκου∙ Ἄγγελος
πρωτοστάτης…Μετὰ τὴν συμπληρῶσιν ἑκάστου ψάλλουσιν οἱ χοροὶ τὸ
τέλος αὐτοῦ, ἤτοι
τὸ∙ Χαῖρε νύμφη ἀνύμφευτε καὶ τὸ∙
Ἀλληλούϊα, ὁ δὲ
ἱερεὺς τούτου ψαλλομένου θυμιᾷ τὴν
εἰκόνα τῆς Θεοτόκου, καὶ εἶτα
ἀναγινώσκει τὸν ἑπόμενον
οἶκον. Τοῦτο δὲ γίνεται καὶ εἰς
τὰς λοιπὰς στάσεις τῶν οἴκων. Ἠμεῖς
δὲ εἰς
τὴν τούτων ἀνάγνωσιν ἱστάμεθα. Μετὰ γοῦν τὴν ἀνάγνωσιν
τῶν ἐξ
πρώτων οἴκων, ψάλλεται αὖθις, συντόμως, τὸ κοντάκιον∙ Τῇ Ὑπερμάχῳ…δίχορον, ἀρχομένου τοῦ ἀριστεροῦ χοροῦ. Μετὰ ταύτα γίνεται ἀναγνωσις εἰς τὸν Λόγον εἰς τὸν Ἀκάθιστον
Ὕμνον, μεθ’ ὃν αἴτησις τῆς β΄ στιχολογίας. Εἶτα ψάλλομεν αὖθις τὸ κοντάκιον∙ Τῇ ὑπερμάχῳ…ἀργοσύντονον,
δίχορον, ἀρχομένου τοῦ δεξιοῦ χοροῦ καὶ ἐλθὼν ὁ
ἱερεὺς πρὸ τῆς
εἰκόνος ἀναγινώσκει τοὺς ἑτέρους
ἓξ οἴκους τῆς Θεοτόκου∙ Ἤκουσαν οἱ ποιμένες… Μετὰ δὲ
τούτους αὖθις τὸ κοντάκιον∙ Τῇ Ὑπερμάχῳ…σύντομον, δίχορον, ἀρχομένου τοῦ δεξιοῦ. Εἶτα ἀναγινώσκομεν τὸν λοιπὸν Λόγον τοῦ Ἀκαθίστου.
Καὶ
μετὰ τὴν ἀνάγνωσιν,
ὁ ν΄ ψαλμός χῦμα, καὶ οἱ
κανόνες ὡς ἐξῇς:
τοῦ ἁγίου τῆς μονῆς ἢ
τοῦ ἁγίου τοῦ ναοῦ, μετὰ τῶν
εἱρμῶν,
εἰς δ΄ τροπάρια καὶ τῆς
Θεοτόκου, μετὰ τῶν εἱρμῶν,
εἰς Ϟ΄ τροπάρια. Λέγομεν ἐν
ἑκάστῃ ᾠδῇ καὶ τοὺς η΄ τελευταίους στίχους ἐκ τῆς ὁμωνύμου
ᾠδῆς
τοῦ Ψαλτηρίου. Καὶ μεθ’ ἑκάστην ᾠδὴν
ψάλλομεν καταβασίας τοὺς
εἱρμοὺς τῆς Θεοτόκου∙ Ἀνοίξω τὸ στόμα μου…Οὕτω λέγονται οἱ κανόνες μέχρι τῆς Ϟ΄ ᾠδῆς. Μετὰ τὴν
καταβασίαν τῆς γ΄ ᾠδῆς,
ἡ συνήθης αἴτησις, καὶ μετ’ αὐτὴν
αὖθις τὸ κοντάκιον∙ Τῇ Ὑπερμάχῳ…ἀργοσύντομον,
δίχορον, ἀρχομένου τοῦ δεξιοῦ χοροῦ, καὶ ὁ
ἱερεὺς ἀναγινώσκει
ἑτέρους ἓξ οἴκους∙ Νέαν ἔδειξε κτίσιν…Καὶ μετ’ αὐτοὺς
πάλιν τὸ κοντάκιον∙ Τῇ Ὑπερμάχῳ…σύντομον, δίχορον, ἀρχομένου τοῦ ἀριστεροῦ χοροῦ. Καὶ μετ’ αὐτὸ
εὐθὺς
τὸ κάθισμα∙ Ὁ μέγας στρατηγός… Δόξα…τὸ τέλος αὐτοῦ∙
Βροτῶν ἡ ἀνάκλησις…Καὶ νῦν∙
πάλιν ὅλον... Γίνεται δὲ ἀνάγνωσις.
Εἶτα ἑξακολουθοῦμεν ψάλλοντες τὸν κανόνα. Μετὰ δεν τήν ε΄ ᾠδὴν
σχολάζει ὁ κανὼν τοῦ ἁγίου
τῆς μονῆς ἢ
τοῦ ἁγίου τοῦ ναοῦ, καὶ ψάλλομεν τὸν τῆς Θεοτόκου, μετὰ τῶν
εἱρμῶν,
εἰς Ϟ΄ τροπάρια καὶ
τὰ τετραῴδια εἰς τὴν τάξιν αὐτῶν∙
στιχολογούνται δὲ καὶ ὁλόκληροι
αἱ ὁμώνυμοι
τοῦ Ψαλτηρίου ᾠδαὶ∙
καὶ μεθ’ ἑκάστην ᾠδὴν
ψάλλονται καταβασίαι οἱ
εἱρμοὶ τοῦ δευτέρου τετραῳδίου. Οὕτω ψάλλονται οἱ κανόνες ἀπὸ
τῆς Ϟ΄ ᾠδῆς ἕως
τῆς θ΄ συπµπεριλαµβανομένης ταύτης. Μετὰ τὴν
καταβασίαν τῆς Ϟ΄ ᾠδῆς, ἡ συνήθης αἴτησις καὶ μετ’ αὐτὴν
τὸ κοντάκιον∙ Τῇ Ὑπερμάχῳ…σύντομον, δίχορον, καὶ ὁ
ἱερεὺς ἀναγινώσκει
τοὺς ἐπιλοίπους ἓξ οἴκους∙ Τεῖχος εἰ τῶν
παρθένων… μεθ’ οὓς αὖθις ἀναγινώσκει καὶ τὸν
πρῶτον∙ Ἄγγελος πρωτοστάτης…Καὶ εἶτα
αὖθις τὸ κοντάκιον∙ Τῇ Ὑπερμάχῳ…σύντομον, δίχορον, ἀρχομένου τοῦ ἀριστεροῦ χοροῦ. Καὶ εὐθὺς ἀναγινώσκομεν
τὸ συναξάριον, πρῶτον τοῦ Μηναίου, εἶτα τοῦ Τριῳδίου. Εἶτα στιχολογουμένης τῆς ζ΄ ᾠδῆς
τοῦ Ψαλτηρίου,
ψάλλεται ἡ ζ΄ ᾠδὴ
τῆς Θεοτόκου καὶ τῶν
δύο τετραῳδίων, καταβασία ὁ εἱρμὸς τοῦ δευτέρου τετραῳδίου. Εἶτα στιχολογουμένης τῆς η΄ ᾠδῆς
τοῦ Ψαλτηρίου,
ψάλλεται ἡ η΄ τῆς Θεοτόκου καὶ τῶν
τετραῳδίων, μεθ’ ἃ∙ Αἰνοῦμεν,
εὐλογοῦμεν…καὶ ἡ
καταβασία∙ Τὸν ποιητὴν τῆς κτίσεως…Εἶτα στιχολογείται ἡ Τιμιωτέρα. Εἶτα ἡ θ΄ ᾠδὴ
τῆς Θεοτόκου καὶ ἀμφοτέρων
τῶν τετραῳδίων, στιχολογουμένης τῆς θ΄ ᾠδῆς
τοῦ Ψαλτηρίου. Καταβασία∙
Ἠσαΐα χόρευε…καὶ ἡ
αἴτησις.
Ἑξαποστειλάριον∙ Τὸ ἀπ’
αἰῶνος σήμερον…δίς. Εἰς τοὺς αἴνους, ἱστῶµεν
στίχους δ΄ καὶ ψάλλομεν στιχηρὰ προσόµοια γ΄∙ Κεκρυμμένον μυστήριον…Φωτοφόρον
παλάτιον…Γαβριὴλ ὁ Ἀρχάγγελος…εἰς δευτεοῦντες τὸ α΄. Δόξα…Καὶ νῦν…τὸ ἰδιόμελον∙
Γλῶσσαν ἥν οὐκ ἔγνω…
Δοξολογία μεγάλη, καὶ
τὸ ἀπολυτίκιον∙
Τὸ προσταχθὲν μυστικῶς… ἅπαξ. Ἐκτενής, ἀπόλυσις καὶ ἡ
α΄ ὥρα λιτῶς ἐν
τῷ νάρθηκι, μεθ’ ἥν ἡ
τελεία ἀπόλυσις.
Ἐν ταῖς ὥραις
Λέγομεν δὲ ἐν
ταῖς ὥραις, Δόξα…τὸ ἀπολυτίκιον∙
Τὸ προσταχθὲν μυστικῶς…Καὶ νῦν…τὸ θεοτοκίον τῶν ὡρῶν. Εἰς δὲ τὸ
τρισάγιον, τὸ κοντάκιον∙ Τῇ Ὑπερμάχῳ…
Εἰς τὴν Θείαν Λειτουργίαν
Ἐν ᾗ
τὰ τυπικά, καὶ ἐν
τοῖς μακαρισμοῖς, ἡ γ΄ ᾠδὴ
τῆς Θεοτόκου, ἄνευ εἱρμοῦ, εἰς δ΄ τροπάρια καὶ ἡ
Ϟ΄ τοῦ δευτέρου τετραῳδίου εἰς δ΄ τροπάρια. Εἰσοδικὸν∙ Δεῦτε προσκυνήσωμεν…ὁ ἐν
ἁγίοις θαυμαστός… Ἀπολυτίκια μετὰ τὴν
εἴσοδον∙ Τὸ προσταχθὲν μυστικῶς…καὶ τοῦ τῆς
μονῆς ἢ τοῦ ναοῦ…Δόξα…Καὶ νῦν…τὸ κοντάκιον∙ Τῇ Ὑπερμάχῳ… Τρισάγιον. Προκείμενον καὶ ἀλληλουϊάριον
τῆς Θεοτόκου. Ἀπόστολος: α. τῆς ἡμέρας∙
Οὒκ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν
ὁ Χριστός…(Ἑβρ. θ΄ 24-28), ὁ ζήτει τῷ Σαββάτῳ τῆς
ε΄ ἑβδομάδος τῶν Νηστειῶν καὶ β. τῆς Θεοτόκου∙ Εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας…(Ἑβρ. θ΄ 1-7), ὁ ζήτει τῇ 21ῃ Νοεμβρίου. Εὐαγγέλιον ὁμοίως: α. τῆς ἡμέρας∙
Ἐξῆλθεν
ὁ Ἰησοῦς καὶ οἱ
Μαθηταὶ αὐτοῦ…(Μάρκ.
η΄ 27-31), ὁ ζήτει τῷ Σαββάτῳ τῆς
ε΄ ἑβδομάδος τῶν Νηστειῶν καὶ β. τῆς Θεοτόκου∙ Ἀναστᾶσα Μαριάμ… (Λουκ. α΄ 39-49), ὃ ζήτει τῇ 25ῃ Μαρτίου. Εἰς τὸ ἑξαιρέτως,
ὁ εἱρμὸς∙ Ἅπας γηγενής…Κοινωνικὸν∙ Ποτήριον σωτηρίου λήψομαι…Εἴδομεν τὸ Φῶς…Πληρωθήτω…Εἴη τὸ ὄνομα
Κυρίου…Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου