Πηγή: Ιδιωτική Οδός
Ολόκληρος ο λόγος του Εφέσου αγίου Μάρκου Ευγενικού έμπροσθεν του πάπα Ρώμης Ευγένιου Δ΄, στη σύνοδο της Φεράρας, το 1438:
«Σήμερον τῆς Παγκοσμίου χαρᾶς τὰ προοίμια, σήμερον αἱ νοηταὶ ἀκτῖνες τοῦ τῆς εἰρήνης ἡλίου τῇ οἰκουμένῃ πάσῃ προανατέλλουσι· σήμερον τὰ τοῦ Δεσποτικοῦ σώματος μέλη, πολλοῖς πρότερον χρόνοις διεσπαρμένα τε καὶ ἐρρηγμένα πρὸς τὴν ἕνωσιν ἀλλήλων ἐπείγεται. Οὐ γὰρ ἀνέχεται ἡ κεφαλὴ πάντων Χριστὸς ὁ Θεὸς ἐφιστάναι διῃρημένῳ τῷ σώματι οὐδὲ τὸν τῆς ἀγάπης δεσμὸν ἐξ ἡμῶν ἀνῃρῆσθαι παντάπασι ἡ ἀγάπη βούλεται· διὰ τοῦτο ἐξήγειρέ σε τὸν τῶν Ἱερέων αὐτοῦ προτεύοντα, πρὸς τὴν ἡμετέραν ταύτην κλῆσιν, καὶ τὸν εὐσεβέστατον ἡμῶν Βασιλέα πρὸς τὴν ὑπακοὴν διανέστησε, καὶ τὸν ἁγιώτατον ἡμῶν Ποιμένα καὶ Πατριάρχην, γήρως ἐπιλαθέσθαι, καὶ ἀσθενείας μακρᾶς παρεσκεύασε, καὶ ἡμᾶς τοὺς ὑπ᾿ αὐτῷ ποιμαινομένους ἁπανταχόθεν συνήθροισε, καὶ μακρᾶς ὁδοῦ καὶ πελάγους, καὶ κινδύνων ἑτέρων κατατολμῆσαι πεποίηκεν, ἀφ᾿ οὗ προφανῶς Θεοῦ δυνάμει καὶ κρίσει γεγένηται· καὶ τόπερ ὁποῖον ἔσται καλὸν καὶ Θεῷ φίλον, ἐντεῦθεν ἤδη προοιμιάζεται· δεῦρο δὴ οὖν, ἁγιώτατε πάτερ, ὑπόδεξαι τὰ σὰ τέκνα μακρόθεν ἐξ ἀνατολῶν ἥκοντα, πυρίπτυξαι τοὺς ἐκ μακροῦ διεστῶτας τοῦ χρόνου, πρὸς τὰς σὰς καταφυγόντας ἀγκάλας· θεράπευσον τοὺς σκανδαλισθέντας, ἅπαν σκῶλον καὶ πρόσκομμα τῆς εἰρήνης κωλυτικὸν ἐκ μέσου γενέσθαι κέλευσον· εἰπὲ καὶ αὐτὸς τοῖς ἀγγέλοις ὡς τοῦ Θεοῦ μιμητής, ὁδοποιήσατε τῷ λαῷ μου, καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε. Μέχρι τίνος οἱ τοῦ αὐτοῦ Χριστοῦ, καὶ τῆς αὐτῆς πίστεως βάλλομεν ἀλλήλους καὶ κατατέμνομεν; μέχρι τίνος οἱ τῆς αὐτῆς Τριάδος προσκυνηταὶ δάκνομεν ἀλλήλους καὶ κατεσθίομεν, ἕως ἂν ὑπ᾿ ἀλλήλων ἀναλωθῶμεν, καὶ ὑπὸ τῶν ἔξωθεν ἐχθρῶν εἰς τὸ μηκέτι εἶναι χωρήσωμεν; Μὴ γένοιτο, Χριστὲ βασιλεῦ τοῦτο, μηδὲ νικήσῃ τὴν σὴν ἀγαθότητα τῶν ἡμετέρων ἁμαρτιῶν ἡ πληθύς, ἀλλ᾿ ὥσπερ ἐν τοῖς πρότερον χρόνοις ὅτε τὴν κακίαν εἶδες ὑπερταθεῖσαν, καὶ ἐπὶ μέγα χωρήσασαν, διὰ σαυτοῦ καὶ τῶν σῶν Ἀποστόλων ἀνέστειλας αὐτὴν τῆς πρόσω φορᾶς, καὶ πρὸς τὴν σὴν ἐπίγνωσιν ἐπέστρεψας ἅπαντας, οὕτω καὶ νῦν διὰ τῶν σῶν θεραπόντων, οἱ μηδὲν τῆς σῆς ἀγάπης προὐργιαίτερον ἔθεντο· σύναψον ἡμᾶς ἀλλήλοις, καὶ σεαυτῷ, καὶ τὴν εὐχὴν ἐκείνων ἐπιτελῆ ποίησον, ἣν ἡνίκα πρὸς τὸ πάθος ἀπίης εὐχόμενος ἔλεγες. «Δὸς αὐτοῖς ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἕν ἐσμεν», ὁρᾷς κύριε τὴν διασπορὰν ἡμῶν ὡς ἐλεεινή, καὶ ὡς οἱ μὲν αὐτονομίᾳ καὶ αὐθαδείᾳ συνειθισθέντες, εἰς ἀφορμὴν τῆς σαρκὸς τὴν ἐλευθερίαν κατεχρησάμεθα, καὶ δοῦλοι τῆς ἁμαρτίας, καὶ τὸ ὅλον σάρκες γεγόναμεν· οἱ δὲ τοῖς ἐχθροῖς τοῦ σταυροῦ σου πρὸς διαρπαγὴν καὶ δουλείαν ἔκδοτοι καθεστήκαμεν, καὶ ὡς πρόβατα σφαγῆς ἐλογίσθημεν· ἱλάσθητι, Κύριε, πρόσχες, Κύριε, ἀντιλαβοῦ ἡμῶν, Κύριε. Τὸ πάλαι θρυλούμενον ὡς Οἰκουμενικῆς Συνόδου χρεία τοῖς πράγμασι, σήμερον ἡμεῖς ἐπληρώσαμεν, καὶ τὸ ἡμέτερον ἅπαν εἰσενηνόχαμεν, δὸς δὴ καὐτὸς τὰ πρὸς τελείωσιν ὧν ἠρξάμεθα, δύνασαι γὰρ εἰ θελήσεις μόνον, καὶ τὸ θέλημά σου πρᾶξίς ἐστι συντετελεσμένη· εἰπὲ καὶ ἡμῖν ὡς πρότερον διὰ τοῦ Προφήτου σου· «ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· σοῦ γὰρ παρόντος, ἅπαντα λοιπὸν εὔοδα καὶ λεῖα γενήσεται. Καὶ ταῦτα μὲν ἐμοὶ πρός γε τὸ παρὸν ηὔχθω· πρὸς δὲ σὲ λοιπὸν ἁγιώτατε πάτερ τὸν λόγον ποιήσομαι. Τίς ἡ τοσαύτη φιλονεικία περὶ τὴν καινοτόμον ταύτην προσθήκην ἥτις τὸ σῶμα Χριστοῦ κατέταμε καὶ διέσχισε, καὶ τοὺς ὑπ᾿ αὐτοῦ καλουμένους ἐπὶ τοσοῦτον ταῖς γνώμαις διέσχισε; τίς ἡ μακρὰ καὶ χρόνιος ἔνστασις, καὶ ἄφιλος ὑπεροψία τῶν ἀδελφῶν καὶ τῶν σκανδαλιζομένων ἡ ἀλλοτρίωσις; τί τῶν πατέρων κατέγνωμεν, ὅτι παρὰ τὰς κοινὰς αὐτῶν παραδόσεις, ἕτερα φρονοῦμεν καὶ λέγομεν; τὴν ἐκείνων ἐλλιπῆ τιθέμεθα πίστιν καὶ τὴν ἡμετέραν ὡς τελειοτέραν εἰσάγομεν; τί παρὰ τὸ εὐαγγέλιον ὃ παρελάβομεν ἕτερον εὐαγγελιζόμεθα; τίς ἡμῖν ἐβάσκανε πονηρὸς δαίμων τῆς ὁμονοίας καὶ τῆς ἑνώσεως; τίς τὴν ἀδελφικὴν ἀγάπην ἐξ ἡμῶν ἀφεῖλε, τὴν διάφορον θυσίαν εἰσαγαγὼν τὴν οὐκ ὀρθῶς προσφερομένην ἐπὶ μὴ διαιρομένην; ἆρα ψυχῆς ἀποστολικῆς ταῦτα, καὶ Πατρικῆς γνώμης, καὶ ἀδελφικῆς διαθέσεως; ἢ τοὐναντίον σκαιοῦ ἂν καὶ διεστραμμένου καὶ αὐθεκάστου, καὶ οὐδὲν ἡγουμένου δεινὸν εἰ πάντες ἀπώλλυντο; Ἐγὼ μὲν οἶμαι τὸν τὴν διαίρεσιν ταύτην εἰσαγαγόντα, καὶ τὸν ἄνωθεν ὑφαντὸν χιτῶνα τοῦ δεσποτικοῦ σώματος διασχίσαντα μείζω τῶν σταυρωτῶν ὑποστήσασθαι δίκην, καὶ τὸν ἀπ᾿ αἰῶνος ἁπάντων ἀσεβῶν καὶ αἱρετικῶν. Ἀλλὰ σοὶ τοὐναντίον ἐξέσται, μακαριώτατε Πάτερ, εἰ βουληθείης μόνον τὰ διεστῶτα συνάψαι, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ καθελεῖν, καὶ Θεοῦ οἰκονομίας ἔργον ἐργάσασθαι. Τούτου καὶ τὴν ἀρχὴν αὐτὸς κατεβάλου, καὶ ταῖς λαμπραῖς φιλοτιμίαις, καὶ μεγαλοδωρίαις ἐπηύξησας, καὶ τόπερ ἐπιθεῖναι εὐδόκησον, οὐ γὰρ εὑρήσεις ἐπιτήδειον μᾶλλον, ἢ ὃν ὁ Θεός σοι παρέσχετο σήμερον.
Διαβάστε τη συνέχεια στην ΙΔΙΩΤΙΚΗ ΟΔΟ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου