Σάββατο 8 Οκτωβρίου 2016

"Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις", Από την ακολουθία της Αγίας Πελαγίας, της πρώην πόρνης! (8 Οκτωβρίου)


Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, καθὼς ὁ Ἀπόστολος διδάσκει· ἐν προσευχαῖς γὰρ καὶ δάκρυσι Πελαγία, τῶν πολλῶν πταισμάτων τὸ πέλαγος ἐξήρανας, καὶ τὸ τέλος εὐπρόσδεκτον τῷ Κυρίῳ, διὰ τῆς μετανοίας προσήγαγες, καὶ νῦν τούτῳ πρεσβεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
(Δοξαστικό Εσπερινού)


Τὸ ὡραῖον τοῦ σώματος, εἰς τὸ πρῶτον ἀξίωμα, Πελαγία ἔνδοξε μετερρύθμισας, οὐχὶ χρωμάτων τοῖς ἄνθεσιν, ἀρετῶν δὲ κάλλεσι, κατεποίκιλας σαυτήν, καὶ τοῦ Κτίστου γεγένησαι καθ' ὁμοίωσιν, ἐκτενῶς δυσωποῦσα ὑπὲρ πάντων, τῶν ἐν πίστει ἐκτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
(Στιχηρό Εσπερινού)

Θαλάσσης, τῆς ἁμαρτίας κλύδωνα, ὑπεκφυγοῦσα σεμνή, τῷ γαληνῷ λιμένι τοῦ Χριστοῦ, Πελαγία προσώρμισαι· διὸ τῇ μετανοίᾳ σου, ἐπεκληρώσω τὸν Παράδεισον.
(Εκ του κανόνος)

Μετανοίας τ δρόσ τν τν παθν, ποσβέσασα φλόγα τν σεαυτς, ζων νατέθεικας, τ Θε κα Σωτρί σου, δι τοτο κόσμον, φυγοσα μόνασας, ν ρήμ βίον, γγέλων ζηλώσασα· θεν σο τ τέλος, μετ δόξης μεγάλης, θεόθεν τιμώμενον, πεγνώσθη τος πέρασι, Πελαγία πανένδοξε, πρέσβευε Χριστ τ Θε, τν πταισμάτων φεσιν δωρήσασθαι, τος ορτάζουσι πόθ, τν γίαν μνήμην σου.
(Κάθισμα)

Τ σμα τ σν νηστείαις κατατήξασα, γρύπνοις εχας, τv Κτίστην καθικέτευες, το λαβεν σν πράξεων, τv τελείαν Μτερ συγχώρησιv, ν κα λαβες ληθς, δν μετανοίας ποδείξασα.
(Κοντάκιον)

Ὅσοι ἐν βίῳ ἁμαρτίαις ἐμολύνθητε, ὡς ὁ τάλας ἐγώ, ζηλώσωμεν τὴν μετάνοιαν, τὸν ὀδυρμόν τε μετὰ δακρύων τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας, ἵνα ταχὺ ἐκ Θεοῦ τὴν συγχώρησιν λάβωμεν, καθάπερ ἡ μακαρία, ἔτι ζῶσα, τὸν ῥύπον ἀπέπλυνε τῆς ἁμαρτίας, καὶ ἔλαβεν ἐκ Θεοῦ τὴν τελείαν συγχώρησιν, ὁδὸν μετανοίας ὑποδείξασα.
(Οίκος)

Ὑπογραμμὸς ὁ βίος σου, Μοναζόντων ἐδείχθη, καὶ ἀκριβὴς ἀνόρθωσις, τῶν δεινῶς πεπτωκότων, ἀοίδιμε Πελαγία· τῶν παθῶν γὰρ τὴν νύκτα, φυγοῦσα προσεπέλασας, τῷ Ἡλίῳ τῆς δόξης, Χριστῷ σεμνή, Ἀσκητῶν ἐκλάμψασα ὁμηγύρει, μεθ' ὧν σου τὴν ὑπέρλαμπρον, ἑορτάζομεν μνήμην.
(Εξαποστειλάριον)

ξ κανθν καθάπερ ρόδον εὐῶδες, τῇ κκλησίᾳ Πελαγία δείχθης, ταῖς ναρέτοις πράξεσιν εφραίνουσα ἡμς, θεν κα προσήγαγες, ς σμν εωδίας, τ σ θαυμαστώσαντι, τν σν βίον σία. Ὅν κδυσώπει σώζεσθαι ἡμς, παθν παντοίων, ψυχς τ κα σώματος.

(Απολυτίκιο)


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου